Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.205 Joseph. AJ 9.210 (English) >>Joseph. AJ 9.214

9.208

Ἀναγκαῖον δὲ ἡγησάμην τὴν ἀκρίβειαν τῶν πραγμάτων παραδώσειν ὑπεσχημένος ὅσα καὶ περὶ τούτου τοῦ προφήτου εὗρον ἐν ταῖς Ἑβραϊκαῖς βίβλοις ἀναγεγραμμένα διεξελθεῖν· κελευσθεὶς γὰρ οὗτος ὑπὸ τοῦ θεοῦ πορευθῆναι μὲν εἰς τὴν Νινύου βασιλείαν κηρῦξαι δʼ ἐκεῖ γενόμενον ἐν τῇ πόλει ὅτι τὴν ἀρχὴν ἀπολέσει, δείσας οὐκ ἀπῆλθεν, ἀλλʼ ἀποδιδράσκει τὸν θεὸν εἰς Ἰόπην πόλιν καὶ πλοῖον εὑρὼν ἐμβὰς εἰς Ταρσὸν ἔπλει τῆς Κιλικίας. 9.209ἐπιγενομένου δὲ χειμῶνος σφοδροτάτου καὶ κινδυνεύοντος καταδῦναι τοῦ σκάφους οἱ μὲν ναῦται καὶ οἱ κυβερνῆται καὶ αὐτὸς ναύκληρος εὐχὰς ἐποιοῦντο χαριστηρίους, εἰ διαφύγοιεν τὴν θάλασσαν, δὲ Ἰωνᾶς συγκαλύψας αὑτὸν ἐβέβλητο μηδὲν ὧν τοὺς ἄλλους ἑώρα ποιοῦντας μιμούμενος. 9.210αὔξοντος δʼ ἔτι μᾶλλον τοῦ κλύδωνος καὶ βιαιοτέρας γενομένης ὑπὸ τῶν πνευμάτων τῆς θαλάσσης ὑπονοήσαντες, ὡς ἐνδέχεταί τινα τῶν ἐμπλεόντων αἴτιον αὐτοῖς εἶναι τοῦ χειμῶνος, συνέθεντο κλήρῳ τοῦτον ὅστις ποτὲ ἦν μαθεῖν. 9.211κληρωσαμένων οὖν προφήτης λαγχάνει πυνθανομένων τε πόθεν τε εἴη καὶ τί μετέρχεται τὸ μὲν γένος ἔλεγεν Ἑβραῖος εἶναι προφήτης τοῦ μεγίστου θεοῦ· συνεβούλευσεν οὖν αὐτοῖς, εἰ θέλουσιν ἀποδρᾶναι τὸν παρόντα κίνδυνον, ἐκβαλεῖν αὐτὸν εἰς τὸ πέλαγος· αἴτιον γὰρ αὐτοῖς εἶναι τοῦ χειμῶνος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.205 Joseph. AJ 9.210 (English) >>Joseph. AJ 9.214

Powered by PhiloLogic